Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.594 Joseph. BJ 4.601 (English) >>Joseph. BJ 4.607

4.598χορηγήσειν δὲ οὐ μόνον αὐτοὶ τὴν ἰσχὺν τοῖς ἀποδειχθεῖσι τρία τάγματα καὶ τὰς παρὰ τῶν βασιλέων συμμαχίας ἔχοντες συνετηρήσαμεν τά τε πρὸς ἕω πάντα καὶ τῆς Εὐρώπης ὅσα τῶν ἀπὸ Οὐιτελλίου φόβων κεχώρισται, καὶ τοὺς ἐπὶ τῆς Ἰταλίας δὲ συμμάχους, 4.599ἀδελφὸν Οὐεσπασιανοῦ καὶ παῖδα ἕτερον, ὧν τῷ μὲν προσθήσεσθαι πολλοὺς τῶν ἐν ἀξιώματι νέων, τὸν δὲ καὶ τὴν τῆς

-- --

πόλεως φυλακὴν πεπιστεῦσθαι, μέρος οὐκ ὀλίγον εἰς ἐπιβολὴν ἡγεμονίας. 4.600καθόλου τε ἂν βραδύνωσιν αὐτοί, τάχα τὴν σύγκλητον ἀποδείξειν τὸν ὑπὸ τῶν συντετηρηκότων στρατιωτῶν ἀτιμούμενον. 4.601

Τοιαῦτα κατὰ συστροφὰς οἱ στρατιῶται διελάλουν· ἔπειτα συναθροισθέντες καὶ παρακροτήσαντες ἀλλήλους ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα καὶ σώζειν τὴν κινδυνεύουσαν ἡγεμονίαν παρεκάλουν. 4.602τῷ δὲ φροντὶς μὲν ἦν πάλαι περὶ τῶν ὅλων, οὔτι γε μὴν αὐτὸς ἄρχειν προῄρητο, τοῖς μὲν ἔργοις ἑαυτὸν ἄξιον ἡγούμενος, προκρίνων δὲ τῶν ἐν λαμπρότητι κινδύνων τὴν ἐν ἰδιώταις ἀσφάλειαν. 4.603ἀρνουμένῳ δὲ μᾶλλον οἱ ἡγεμόνες ἐπέκειντο καὶ περιχυθέντες οἱ στρατιῶται ξιφήρεις ἀναιρεῖν αὐτὸν ἠπείλουν, εἰ μὴ βούλοιτο ζῆν ἀξίως. 4.604πολλὰ δὲ πρὸς αὐτοὺς διατεινάμενος ἐξ ὧν διωθεῖτο τὴν ἀρχὴν τελευταῖον, ὡς οὐκ ἔπειθεν, εἴκει τοῖς ὀνομάσασι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.594 Joseph. BJ 4.601 (English) >>Joseph. BJ 4.607

Powered by PhiloLogic